Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.94 Dem. 21.97 (English) >>Dem. 21.100

21.96καὶ ταῦτα πέπονθʼ ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου καὶ τῆς ὑπερηφανίας παρὰ τὴν πενίαν καὶ ἐρημίαν καὶ τὸ τῶν πολλῶν εἷς εἶναι. καὶ εἰ μὲν παραβὰς τοὺς νόμους ἔλαβεν τὰς πεντήκοντα δραχμὰς παρʼ αὐτοῦ, καὶ τὴν δίκην ἣν κατεδιῄτησεν ἀποδεδιῃτημένην ἀπέφηνεν, ἐπίτιμος ἂν ἦν καὶ οὐδὲν ἔχων κακὸν τῶν ἴσων μετεῖχε τοῖς ἄλλοις ἡμῖν· ἐπειδὴ δὲ παρεῖδε πρὸς τὰ δίκαια Μειδίαν, καὶ τοὺς νόμους μᾶλλον ἔδεισε τῶν ἀπειλῶν τῶν τούτου, τηνικαῦτα τηλικαύτῃ καὶ τοιαύτῃ συμφορᾷ περιπέπτωκεν ὑπὸ τούτου. 21.97εἶθʼ ὑμεῖς τὸν οὕτως ὠμόν, τὸν οὕτως ἀγνώμονα, τὸν τηλικαύτας δίκας λαμβάνονθʼ ὧν αὐτὸς ἠδικῆσθαι φησὶ μόνον (οὐ γὰρ ἠδίκητό γε), τοῦτον ὑβρίζοντα λαβόντες εἴς τινα τῶν πολιτῶν ἀφήσετε, καὶ μήθʼ ἑορτῆς μήθʼ ἱερῶν μήτε νόμου μήτʼ ἄλλου μηδενὸς πρόνοιαν ποιούμενον, οὐ καταψηφιεῖσθε; 21.98οὐ παράδειγμα ποιήσετε; καὶ τί φήσετʼ, ἄνδρες δικασταί; καὶ τίνʼ, πρὸς τῶν θεῶν, ἕξετʼ εἰπεῖν πρόφασιν δικαίαν καλήν; ὅτι νὴ Δίʼ ἀσελγής ἐστι καὶ βδελυρός· ταῦτα γάρ ἐστι τἀληθῆ· ἀλλὰ μισεῖν ὀφείλετʼ, ἄνδρες Ἀθηναῖοι, δήπου τοὺς τοιούτους μᾶλλον σῴζειν. ἀλλʼ ὅτι πλούσιός ἐστιν· ἀλλὰ τοῦτό γε τῆς ὕβρεως αὐτοῦ σχεδὸν αἴτιον εὑρήσετʼ ὄν, ὥστʼ ἀφελεῖν τὴν ἀφορμήν, διʼ ἣν ὑβρίζει, προσήκει μᾶλλον σῶσαι διὰ ταύτην· τὸ γὰρ χρημάτων πολλῶν θρασὺν καὶ βδελυρὸν καὶ τοιοῦτον ἄνθρωπον ἐᾶν εἶναι κύριον, ἀφορμήν ἐστιν ἐφʼ ὑμᾶς αὐτοὺς δεδωκέναι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.94 Dem. 21.97 (English) >>Dem. 21.100

Powered by PhiloLogic